0cb3c932e0ed14a3c25ec0ac5bf52c283158e3b919de26416d0690ed1439c896890b530f




παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ
νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,
κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος: ἀλλ᾽ ἐπὶ πάντων
ἐλπίδας οὐλομένα Μοῖρ᾽ ἐκύλισε πρόσω.